Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃ
- ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς;
- ἀλλʼ ἐπεὶ δοκεῖς τάδʼ ἔρδειν καὶ λέγειν, γνώσῃ τάχα
- εἶα δή, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε.
- εἶα δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω.
- ἀλλὰ κἀγὼ μὴν πρόκωπος οὐκ ἀναίνομαι θανεῖν.
- δεχομένοις λέγεις θανεῖν σε· τὴν τύχην δʼ αἱρούμεθα.
- μηδαμῶς, ὦ φίλτατʼ ἀνδρῶν, ἄλλα δράσωμεν κακά.
- ἀλλὰ καὶ τάδʼ ἐξαμῆσαι πολλά, δύστηνον θέρος.