Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις.
  2. ὁ μὲν γὰρ ἦγε πάντʼ ἀπὸ φθογγῆς χαρᾷ,
  3. σὺ δʼ ἐξορίνας νηπίοις ὑλάγμασιν
  4. ἄξῃ· κρατηθεὶς δʼ ἡμερώτερος φανῇ.
Χορός
  1. ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσῃ,
  2. ὃς οὐκ, ἐπειδὴ τῷδʼ ἐβούλευσας μόρον,
  3. δρᾶσαι τόδʼ ἔργον οὐκ ἔτλης αὐτοκτόνως.
Αἴγισθος
  1. τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς·
  2. ἐγὼ δʼ ὕποπτος ἐχθρὸς ἦ παλαιγενής.