Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. γύναι, σὺ τοὺς ἥκοντας ἐκ μάχης μένων
  2. οἰκουρὸς εὐνὴν ἀνδρὸς αἰσχύνων ἅμα
  3. ἀνδρὶ στρατηγῷ τόνδʼ ἐβούλευσας μόρον;
Αἴγισθος
  1. καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ.
  2. Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις.
  3. ὁ μὲν γὰρ ἦγε πάντʼ ἀπὸ φθογγῆς χαρᾷ,
  4. σὺ δʼ ἐξορίνας νηπίοις ὑλάγμασιν
  5. ἄξῃ· κρατηθεὶς δʼ ἡμερώτερος φανῇ.
Χορός
  1. ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσῃ,
  2. ὃς οὐκ, ἐπειδὴ τῷδʼ ἐβούλευσας μόρον,
  3. δρᾶσαι τόδʼ ἔργον οὐκ ἔτλης αὐτοκτόνως.
Αἴγισθος
  1. τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς·
  2. ἐγὼ δʼ ὕποπτος ἐχθρὸς ἦ παλαιγενής.
  3. ἐκ τῶν δὲ τοῦδε χρημάτων πειράσομαι
  4. ἄρχειν πολιτῶν· τὸν δὲ μὴ πειθάνορα
  5. ζεύξω βαρείαις οὔτι μοι σειραφόρον
  6. κριθῶντα πῶλον· ἀλλʼ ὁ δυσφιλὴς σκότῳ
  7. λιμὸς ξύνοικος μαλθακόν σφʼ ἐπόψεται.
Χορός
  1. τί δὴ τὸν ἄνδρα τόνδʼ ἀπὸ ψυχῆς κακῆς
  2. οὐκ αὐτὸς ἠνάριζες, ἀλλά νιν γυνὴ