Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- τρίτον γὰρ ὄντα μʼ ἐπὶ δυσαθλίῳ πατρὶ
- συνεξελαύνει τυτθὸν ὄντʼ ἐν σπαργάνοις·
- τραφέντα δʼ αὖθις ἡ δίκη κατήγαγεν.
- καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν,
- πᾶσαν συνάψας μηχανὴν δυσβουλίας.
- οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί,
- ἰδόντα τοῦτον τῆς δίκης ἐν ἕρκεσιν.
- Αἴγισθʼ, ὑβρίζειν ἐν κακοῖσιν οὐ σέβω.
- σὺ δʼ ἄνδρα τόνδε φὴς ἑκὼν κατακτανεῖν,
- μόνος δʼ ἔποικτον τόνδε βουλεῦσαι φόνον·
- οὔ φημʼ ἀλύξειν ἐν δίκῃ τὸ σὸν κάρα
- δημορριφεῖς, σάφʼ ἴσθι, λευσίμους ἀράς.
- σὺ ταῦτα φωνεῖς νερτέρᾳ προσήμενος
- κώπῃ, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός;
- γνώσῃ γέρων ὢν ὡς διδάσκεσθαι βαρὺ
- τῷ τηλικούτῳ, σωφρονεῖν εἰρημένον.
- δεσμὸς δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδες
- δύαι διδάσκειν ἐξοχώταται φρενῶν
- ἰατρομάντεις. οὐχ ὁρᾷς ὁρῶν τάδε;
- πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας μογῇς.