Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. καὶ προστρόπαιος ἑστίας μολὼν πάλιν
  2. τλήμων Θυέστης μοῖραν ηὕρετʼ ἀσφαλῆ,
  3. τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον,
  4. αὐτός· ξένια δὲ τοῦδε δύσθεος πατὴρ
  5. Ἀτρεύς, προθύμως μᾶλλον ἢ φίλως, πατρὶ
  6. τὠμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν
  7. δοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν.
  8. τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας
  9. ἔθρυπτʼ, ἄνωθεν ---
  10. ---
  11. ---ἀνδρακὰς καθήμενος.
  12. ἄσημα δʼ αὐτῶν αὐτίκʼ ἀγνοίᾳ λαβὼν
  13. ἔσθει βορὰν ἄσωτον, ὡς ὁρᾷς, γένει.
  14. κἄπειτʼ ἐπιγνοὺς ἔργον οὐ καταίσιον
  15. ᾤμωξεν, ἀμπίπτει δʼ ἀπὸ σφαγὴν ἐρῶν,
  16. μόρον δʼ ἄφερτον Πελοπίδαις ἐπεύχεται,
  17. λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀρᾷ,
  18. οὕτως ὀλέσθαι πᾶν τὸ Πλεισθένους γένος.
  19. ἐκ τῶνδέ σοι πεσόντα τόνδʼ ἰδεῖν πάρα.
  20. κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς.