Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- χρησμόν. ἐγὼ δʼ οὖν
- ἐθέλω δαίμονι τῷ Πλεισθενιδῶν
- ὅρκους θεμένη τάδε μὲν στέργειν,
- δύστλητά περ ὄνθʼ· ὃ δὲ λοιπόν, ἰόντʼ
- ἐκ τῶνδε δόμων ἄλλην γενεὰν
- τρίβειν θανάτοις αὐθένταισι.
- κτεάνων τε μέρος
- βαιὸν ἐχούσῃ πᾶν ἀπόχρη μοι
- μανίας μελάθρων
- ἀλληλοφόνους ἀφελούσῃ.
- ὦ φέγγος εὖφρον ἡμέρας δικηφόρου.
- φαίην ἂν ἤδη νῦν βροτῶν τιμαόρους
- θεοὺς ἄνωθεν γῆς ἐποπτεύειν ἄχη,
- ἰδὼν ὑφαντοῖς ἐν πέπλοις, Ἐρινύων
- τὸν ἄνδρα τόνδε κείμενον φίλως ἐμοί,
- χερὸς πατρῴας ἐκτίνοντα μηχανάς.
- Ἀτρεὺς γὰρ ἄρχων τῆσδε γῆς, τούτου πατήρ,
- πατέρα Θυέστην τὸν ἐμόν, ὡς τορῶς φράσαι,
- αὑτοῦ δʼ ἀδελφόν, ἀμφίλεκτος ὢν κράτει,
- ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων.