Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. τίς δʼ ἐπιτύμβιον αἶνον ἐπʼ ἀνδρὶ θείῳ
  2. σὺν δακρύοις ἰάπτων
  3. ἀληθείᾳ φρενῶν πονήσει;
Κλυταιμήστρα
  1. οὐ σὲ προσήκει τὸ μέλημʼ ἀλέγειν
  2. τοῦτο· πρὸς ἡμῶν
  3. κάππεσε, κάτθανε, καὶ καταθάψομεν,
  4. οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,
  5. ἀλλʼ Ἰφιγένειά νιν ἀσπασίως
  6. θυγάτηρ, ὡς χρή,
  7. πατέρʼ ἀντιάσασα πρὸς ὠκύπορον
  8. πόρθμευμʼ ἀχέων
  9. περὶ χεῖρε βαλοῦσα φιλήσει.
Χορός
  1. ὄνειδος ἥκει τόδʼ ἀντʼ ὀνείδους.
  2. δύσμαχα δʼ ἔστι κρῖναι.
  3. φέρει φέροντʼ, ἐκτίνει δʼ ὁ καίνων.
  4. μίμνει δὲ μίμνοντος ἐν θρόνῳ Διὸς
  5. παθεῖν τὸν ἔρξαντα· θέσμιον γάρ.
  6. τίς ἂν γονὰν ἀραῖον ἐκβάλοι δόμων;
  7. κεκόλληται γένος πρὸς ἄτᾳ.
Κλυταιμήστρα
  1. ἐς τόνδʼ ἐνέβης ξὺν ἀληθείᾳ