Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. τὴν πολυκλαύτην Ἰφιγενείαν,
  2. ἄξια δράσας ἄξια πάσχων
  3. μηδὲν ἐν Ἅιδου μεγαλαυχείτω,
  4. ξιφοδηλήτῳ,
  5. θανάτῳ τείσας ἅπερ ἦρξεν.
Χορός
  1. ἀμηχανῶ φροντίδος στερηθεὶς
  2. εὐπάλαμον μέριμναν
  3. ὅπα τράπωμαι, πίτνοντος οἴκου.
  4. δέδοικα δʼ ὄμβρου κτύπον δομοσφαλῆ
  5. τὸν αἱματηρόν· ψακὰς δὲ λήγει.
  6. δίκην δʼ ἐπʼ ἄλλο πρᾶγμα θηγάνει βλάβης
  7. πρὸς ἄλλαις θηγάναισι μοῖρα.
Χορός
  1. ἰὼ γᾶ γᾶ, εἴθʼ ἔμʼ ἐδέξω,
  2. πρὶν τόνδʼ ἐπιδεῖν ἀργυροτοίχου
  3. δροίτης κατέχοντα χάμευναν.
  4. τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;
  5. ἦ σὺ τόδʼ ἔρξαι τλήσῃ, κτείνασʼ
  6. ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι
  7. ψυχῇ τʼ ἄχαριν χάριν ἀντʼ ἔργων
  8. μεγάλων ἀδίκως ἐπικρᾶναι;