Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- τοῦδε φόνου τίς ὁ μαρτυρήσων;
- πῶς πῶς; πατρόθεν δὲ συλλή-
- πτωρ γένοιτʼ ἂν ἀλάστωρ.
- βιάζεται δʼ ὁμοσπόροις
- ἐπιρροαῖσιν αἱμάτων
- μέλας Ἄρης, ὅποι δίκαν προβαίνων
- πάχνᾳ κουροβόρῳ παρέξει.
- ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
- πῶς σε δακρύσω;
- φρενὸς ἐκ φιλίας τί ποτʼ εἴπω;
- κεῖσαι δʼ ἀράχνης ἐν ὑφάσματι τῷδʼ
- ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
- ὤμοι μοι κοίταν τάνδʼ ἀνελεύθερον
- δολίῳ μόρῳ δαμεὶς
- ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
- οὔτʼ ἀνελεύθερον οἶμαι θάνατον
- τῷδε γενέσθαι.
- οὐδὲ γὰρ οὗτος δολίαν ἄτην
- οἴκοισιν ἔθηκʼ;
- ἀλλʼ ἐμὸν ἐκ τοῦδʼ ἔρνος ἀερθέν.