Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- παναιτίου πανεργέτα·
- τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται;
- τί τῶνδʼ οὐ θεόκραντόν ἐστιν;
- ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
- πῶς σε δακρύσω;
- φρενὸς ἐκ φιλίας τί ποτʼ εἴπω;
- κεῖσαι δʼ ἀράχνης ἐν ὑφάσματι τῷδʼ
- ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
- ὤμοι μοι κοίταν τάνδʼ ἀνελεύθερον
- δολίῳ μόρῳ δαμεὶς δάμαρτος
- ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
- αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν;
- μηδʼ ἐπιλεχθῇς
- Ἀγαμεμνονίαν εἶναί μʼ ἄλοχον.
- φανταζόμενος δὲ γυναικὶ νεκροῦ
- τοῦδʼ ὁ παλαιὸς δριμὺς ἀλάστωρ
- Ἀτρέως χαλεποῦ θοινατῆρος
- τόνδʼ ἀπέτεισεν,
- τέλεον νεαροῖς ἐπιθύσας.
- ὡς μὲν ἀναίτιος εἶ