Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασʼ
  2. ἀξύστατον ἄλγος ἔπραξεν.
Χορός
  1. δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ διφυί-
  2. οισι Τανταλίδαισιν,
  3. κράτος τʼ ἰσόψυχον ἐκ γυναικῶν
  4. καρδιόδηκτον ἐμοὶ κρατύνεις.
  5. ἐπὶ δὲ σώματος δίκαν μοι
  6. κόρακος ἐχθροῦ σταθεῖσʼ ἐκνόμως
  7. ὕμνον ὑμνεῖν ἐπεύχεται ˘¯
Κλυταιμήστρα
  1. νῦν δʼ ὤρθωσας στόματος γνώμην,
  2. τὸν τριπάχυντον
  3. δαίμονα γέννης τῆσδε κικλήσκων.
  4. ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς
  5. νείρᾳ τρέφεται, πρὶν καταλῆξαι
  6. τὸ παλαιὸν ἄχος, νέος ἰχώρ.
Χορός
  1. ἦ μέγαν οἰκονόμον
  2. δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,
  3. φεῦ φεῦ, κακὸν αἶνον ἀτη-
  4. ρᾶς τύχας ἀκορέστου·
  5. ἰὴ ἰή, διαὶ Διὸς