Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- τὸν ὕστατον μέλψασα θανάσιμον γόον
- κεῖται, φιλήτωρ τοῦδʼ· ἐμοὶ δʼ ἐπήγαγεν
- εὐνῆς παροψώνημα τῆς ἐμῆς χλιδῆς.
- φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος,
- μηδὲ δεμνιοτήρης,
- μόλοι τὸν αἰεὶ φέρουσʼ ἐν ἡμῖν
- Μοῖρʼ ἀτέλευτον ὕπνον, δαμέντος
- φύλακος εὐμενεστάτου καὶ
- πολλὰ τλάντος γυναικὸς διαί·
- πρὸς γυναικὸς δʼ ἀπέφθισεν βίον.
- ἰὼ ἰὼ παράνους Ἑλένα
- μία τὰς πολλάς, τάς πάνυ πολλὰς
- ψυχὰς ὀλέσασʼ ὑπὸ Τροίᾳ.
- νῦν δὲ τελέαν πολύμναστον ἐπηνθίσω
- διʼ αἷμʼ ἄνιπτον. ἦ τις ἦν τότʼ ἐν δόμοις
- ἔρις ἐρίδματος ἀνδρὸς οἰζύς.
- μηδὲν θανάτου μοῖραν ἐπεύχου
- τοῖσδε βαρυνθείς·
- μηδʼ εἰς Ἑλένην κότον ἐκτρέψῃς,
- ὡς ἀνδρολέτειρʼ, ὡς μία πολλῶν