Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- μεγαλόμητις εἶ,
- περίφρονα δʼ ἔλακες. ὥσπερ οὖν
- φονολιβεῖ τύχᾳ φρὴν ἐπιμαίνεται,
- λίπος ἐπʼ ὀμμάτων αἵματος εὖ πρέπει·
- ἀτίετον ἔτι σὲ χρὴ στερομέναν φίλων
- τύμμα τύμματι τεῖσαι.
- καὶ τήνδʼ ἀκούεις ὁρκίων ἐμῶν θέμιν·
- μὰ τὴν τέλειον τῆς ἐμῆς παιδὸς Δίκην,
- Ἄτην Ἐρινύν θʼ, αἷσι τόνδʼ ἔσφαξʼ ἐγώ,
- οὔ μοι φόβου μέλαθρον ἐλπὶς ἐμπατεῖ,
- ἕως ἂν αἴθῃ πῦρ ἐφʼ ἑστίας ἐμῆς
- Αἴγισθος, ὡς τὸ πρόσθεν εὖ φρονῶν ἐμοί.
- οὗτος γὰρ ἡμῖν ἀσπὶς οὐ σμικρὰ θράσους.
- κεῖται γυναικὸς τῆσδε λυμαντήριος,
- Χρυσηίδων μείλιγμα τῶν ὑπʼ Ἰλίῳ·
- ἥ τʼ αἰχμάλωτος ἥδε καὶ τερασκόπος
- καὶ κοινόλεκτρος τοῦδε, θεσφατηλόγος
- πιστὴ ξύνευνος, ναυτίλων δὲ σελμάτων
- ἰσοτριβής. ἄτιμα δʼ οὐκ ἐπραξάτην.
- ὁ μὲν γὰρ οὕτως, ἡ δέ τοι κύκνου δίκην