Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. τί κακόν, ὦ γύναι,
  2. χθονοτρεφὲς ἐδανὸν ἢ ποτὸν
  3. πασαμένα ῥυτᾶς ἐξ ἁλὸς ὀρόμενον
  4. τόδʼ ἐπέθου θύος, δημοθρόους τʼ ἀράς;
  5. ἀπέδικες ἀπέταμες· ἀπόπολις δʼ ἔσῃ
  6. μῖσος ὄβριμον ἀστοῖς.
Κλυταιμήστρα
  1. νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοὶ
  2. καὶ μῖσος ἀστῶν δημόθρους τʼ ἔχειν ἀράς,
  3. οὐδὲν τότʼ ἀνδρὶ τῷδʼ ἐναντίον φέρων·
  4. ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον,
  5. μήλων φλεόντων εὐπόκοις νομεύμασιν,
  6. ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶ
  7. ὠδῖνʼ, ἐπῳδὸν Θρῃκίων ἀημάτων.
  8. οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν σʼ ἀνδρηλατεῖν,
  9. μιασμάτων ἄποινʼ; ἐπήκοος δʼ ἐμῶν
  10. ἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοι
  11. τοιαῦτʼ ἀπειλεῖν, ὡς παρεσκευασμένης
  12. ἐκ τῶν ὁμοίων χειρὶ νικήσαντʼ ἐμοῦ
  13. ἄρχειν· ἐὰν δὲ τοὔμπαλιν κραίνῃ θεός,
  14. γνώσῃ διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν.