Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἐκ τῶν ὁμοίων χειρὶ νικήσαντʼ ἐμοῦ
- ἄρχειν· ἐὰν δὲ τοὔμπαλιν κραίνῃ θεός,
- γνώσῃ διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν.
- μεγαλόμητις εἶ,
- περίφρονα δʼ ἔλακες. ὥσπερ οὖν
- φονολιβεῖ τύχᾳ φρὴν ἐπιμαίνεται,
- λίπος ἐπʼ ὀμμάτων αἵματος εὖ πρέπει·
- ἀτίετον ἔτι σὲ χρὴ στερομέναν φίλων
- τύμμα τύμματι τεῖσαι.