Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. καὶ τήνδʼ ἀκούεις ὁρκίων ἐμῶν θέμιν·
  2. μὰ τὴν τέλειον τῆς ἐμῆς παιδὸς Δίκην,
  3. Ἄτην Ἐρινύν θʼ, αἷσι τόνδʼ ἔσφαξʼ ἐγώ,
  4. οὔ μοι φόβου μέλαθρον ἐλπὶς ἐμπατεῖ,
  5. ἕως ἂν αἴθῃ πῦρ ἐφʼ ἑστίας ἐμῆς
  6. Αἴγισθος, ὡς τὸ πρόσθεν εὖ φρονῶν ἐμοί.
  7. οὗτος γὰρ ἡμῖν ἀσπὶς οὐ σμικρὰ θράσους.
  8. κεῖται γυναικὸς τῆσδε λυμαντήριος,
  9. Χρυσηίδων μείλιγμα τῶν ὑπʼ Ἰλίῳ·