Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. οὐδὲν τότʼ ἀνδρὶ τῷδʼ ἐναντίον φέρων·
  2. ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον,
  3. μήλων φλεόντων εὐπόκοις νομεύμασιν,
  4. ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶ
  5. ὠδῖνʼ, ἐπῳδὸν Θρῃκίων ἀημάτων.
  6. οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν σʼ ἀνδρηλατεῖν,
  7. μιασμάτων ἄποινʼ; ἐπήκοος δʼ ἐμῶν
  8. ἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοι
  9. τοιαῦτʼ ἀπειλεῖν, ὡς παρεσκευασμένης