Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἔργον, δικαίας τέκτονος. τάδʼ ὧδʼ ἔχει.
- τί κακόν, ὦ γύναι,
- χθονοτρεφὲς ἐδανὸν ἢ ποτὸν
- πασαμένα ῥυτᾶς ἐξ ἁλὸς ὀρόμενον
- τόδʼ ἐπέθου θύος, δημοθρόους τʼ ἀράς;
- ἀπέδικες ἀπέταμες· ἀπόπολις δʼ ἔσῃ
- μῖσος ὄβριμον ἀστοῖς.
- νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοὶ
- καὶ μῖσος ἀστῶν δημόθρους τʼ ἔχειν ἀράς,