Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- τοσῶνδε κρατῆρʼ ἐν δόμοις κακῶν ὅδε
- πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών.
- θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος,
- ἥτις τοιόνδʼ ἐπʼ ἀνδρὶ κομπάζεις λόγον.
- πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος·
- ἐγὼ δʼ ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας
- λέγω· σὺ δʼ αἰνεῖν εἴτε με ψέγειν θέλεις
- ὅμοιον. οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς
- πόσις, νεκρὸς δέ, τῆσδε δεξιᾶς χερὸς