Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἀλλὰ κοινωσώμεθʼ ἤν πως ἀσφαλῆ βουλεύματα.
Χορός
  1. —ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω,
  2. πρὸς δῶμα δεῦρʼ ἀστοῖσι κηρύσσειν βοήν.—
  3. —ἐμοὶ δʼ ὅπως τάχιστά γʼ ἐμπεσεῖν δοκεῖ
  4. καὶ πρᾶγμʼ ἐλέγχειν σὺν νεορρύτῳ ξίφει.—
  5. —κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν
  6. ψηφίζομαί τι δρᾶν· τὸ μὴ μέλλειν δʼ ἀκμή.—
  7. —ὁρᾶν πάρεστι· φροιμιάζονται γὰρ ὡς
  8. τυραννίδος σημεῖα πράσσοντες πόλει.—
  9. —χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς κλέος
  10. πέδοι πατοῦντες οὐ καθεύδουσιν χερί.—
  11. —οὐκ οἶδα βουλῆς ἧστινος τυχὼν λέγω.
  12. τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι.—
  13. —κἀγὼ τοιοῦτός εἰμʼ, ἐπεὶ δυσμηχανῶ
  14. λόγοισι τὸν θανόντʼ ἀνιστάναι πάλιν.—
  15. —ἦ καὶ βίον τείνοντες ὧδʼ ὑπείξομεν
  16. δόμων καταισχυντῆρσι τοῖσδʼ ἡγουμένοις;—
  17. —ἀλλʼ οὐκ ἀνεκτόν,ἀλλὰ κατθανεῖν κρατεῖ·
  18. πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος.—
  19. —ἦ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων