Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος;—
- —σάφʼ εἰδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι·
- τὸ γὰρ τοπάζειν τοῦ σάφʼ εἰδέναι δίχα.—
- —ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι,
- τρανῶς Ἀτρείδην εἰδέναι κυροῦνθʼ ὅπως.
- πολλῶν πάροιθεν καιρίως εἰρημένων
- τἀναντίʼ εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι.
- πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις
- δοκοῦσιν εἶναι, πημονῆς ἀρκύστατʼ ἂν
- φράξειεν, ὕψος κρεῖσσον ἐκπηδήματος;
- ἐμοὶ δʼ ἀγὼν ὅδʼ οὐκ ἀφρόντιστος πάλαι
- νείκης παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν·
- ἕστηκα δʼ ἔνθʼ ἔπαισʼ ἐπʼ ἐξειργασμένοις.
- οὕτω δʼ ἔπραξα, καὶ τάδʼ οὐκ ἀρνήσομαι·
- ὡς μήτε φεύγειν μήτʼ ἀμύνεσθαι μόρον,
- ἄπειρον ἀμφίβληστρον, ὥσπερ ἰχθύων,
- περιστιχίζω, πλοῦτον εἵματος κακόν.
- παίω δέ νιν δίς· κἀν δυοῖν οἰμωγμάτοιν
- μεθῆκεν αὑτοῦ κῶλα· καὶ πεπτωκότι
- τρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονὸς