Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἰὼ βρότεια πράγματʼ· εὐτυχοῦντα μὲν
- σκιά τις ἂν τρέψειεν· εἰ δὲ δυστυχῇ,
- βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν.
- καὶ ταῦτʼ ἐκείνων μᾶλλον οἰκτίρω πολύ.
- τὸ μὲν εὖ πράσσειν ἀκόρεστον ἔφυ
- πᾶσι βροτοῖσιν· δακτυλοδείκτων δʼ
- οὔτις ἀπειπὼν εἴργει μελάθρων,
- μηκέτʼ ἐσέλθῃς, τάδε φωνῶν.
- καὶ τῷδε πόλιν μὲν ἑλεῖν ἔδοσαν
- μάκαρες Πριάμου·
- θεοτίμητος δʼ οἴκαδʼ ἱκάνει.
- νῦν δʼ εἰ προτέρων αἷμʼ ἀποτείσῃ
- καὶ τοῖσι θανοῦσι θανὼν ἄλλων
- ποινὰς θανάτων ἐπικράνῃ,
- τίς ἂν ἐξεύξαιτο βροτῶν ἀσινεῖ
- δαίμονι φῦναι τάδʼ ἀκούων;
- ὤμοι, πέπληγμαι καιρίαν πληγὴν ἔσω.
- σῖγα· τίς πληγὴν ἀυτεῖ καιρίως οὐτασμένος;
- ὤμοι μάλʼ αὖθις, δευτέραν πεπληγμένος.
- τοὔργον εἰργάσθαι δοκεῖ μοι βασιλέως οἰμώγμασιν.