Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν
- πράξασαν ὡς ἔπραξεν, οἳ δʼ εἷλον πόλιν
- οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει,
- ἰοῦσα πράξω· τλήσομαι τὸ κατθανεῖν.
- Ἅιδου πύλας δὲ τάσδʼ ἐγὼ προσεννέπω·
- ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν,
- ὡς ἀσφάδαστος, αἱμάτων εὐθνησίμων
- ἀπορρυέντων, ὄμμα συμβάλω τόδε.
- ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δʼ αὖ σοφὴ
- γύναι, μακρὰν ἔτεινας. εἰ δʼ ἐτητύμως
- μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου
- βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς;
- οὐκ ἔστʼ ἄλυξις, οὔ, ξένοι, χρόνον πλέω.
- ὁ δʼ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται,
- ἥκει τόδʼ ἦμαρ· σμικρὰ κερδανῶ φυγῇ.
- ἀλλʼ ἴσθι τλήμων οὖσʼ ἀπʼ εὐτόλμου φρενός.
- οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.
- ἀλλʼ εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ.
- ἰὼ πάτερ σοῦ σῶν τε γενναίων τέκνων.
- τί δʼ ἐστὶ χρῆμα; τίς σʼ ἀποστρέφει φόβος;