Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἴτʼ ἐς φθόρον· πεσόντα γʼ ὧδʼ ἀμείβομαι.
- ἄλλην τινʼ ἄτης ἀντʼ ἐμοῦ πλουτίζετε.
- ἰδοὺ δʼ Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ
- χρηστηρίαν ἐσθῆτʼ, ἐποπτεύσας δέ με
- κἀν τοῖσδε κόσμοις καταγελωμένην μέγα
- φίλων ὑπʼ ἐχθρῶν οὐ διχορρόπως, μάτην—
- καλουμένη δὲ φοιτὰς ὡς ἀγύρτρια
- πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην—
- καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ
- ἀπήγαγʼ ἐς τοιάσδε θανασίμους τύχας.
- βωμοῦ πατρῴου δʼ ἀντʼ ἐπίξηνον μένει,
- θερμῷ κοπείσης φοινίῳ προσφάγματι.
- οὐ μὴν ἄτιμοί γʼ ἐκ θεῶν τεθνήξομεν.
- ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος,
- μητροκτόνον φίτυμα, ποινάτωρ πατρός·
- φυγὰς δʼ ἀλήτης τῆσδε γῆς ἀπόξενος
- κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις·
- ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας,
- ἄξειν νιν ὑπτίασμα κειμένου πατρός.
- τί δῆτʼ ἐγὼ κάτοικτος ὧδʼ ἀναστένω;