Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα.
- ἀλλʼ οὔτι παιὼν τῷδʼ ἐπιστατεῖ λόγῳ.
- οὔκ, εἴπερ ἔσται γʼ· ἀλλὰ μὴ γένοιτό πως.
- σὺ μὲν κατεύχῃ, τοῖς δʼ ἀποκτείνειν μέλει.
- τίνος πρὸς ἀνδρὸς τοῦτʼ ἄγος πορσύνεται;
- ἦ κάρτα τἄρʼ ἂν παρεκόπης χρησμῶν ἐμῶν
- τοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν.
- καὶ μὴν ἄγαν γʼ Ἕλληνʼ ἐπίσταμαι φάτιν.
- καὶ γὰρ τὰ πυθόκραντα· δυσμαθῆ δʼ ὅμως.
- παπαῖ, οἷον τὸ πῦρ· ἐπέρχεται δέ μοι.
- ὀτοτοῖ, Λύκειʼ Ἄπολλον, οἲ ἐγὼ ἐγώ.
- αὕτη δίπους λέαινα συγκοιμωμένη
- λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ,
- κτενεῖ με τὴν τάλαιναν· ὡς δὲ φάρμακον
- τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσειν κότῳ
- ἐπεύχεται, θήγουσα φωτὶ φάσγανον
- ἐμῆς ἀγωγῆς ἀντιτείσασθαι φόνον.
- τί δῆτʼ ἐμαυτῆς καταγέλωτʼ ἔχω τάδε,
- καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη;
- σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.