Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. νεῶν τʼ ἄπαρχος Ἰλίου τʼ ἀναστάτης
  2. οὐκ οἶδεν οἷα γλῶσσα μισητῆς κυνὸς
  3. λείξασα κἀκτείνασα φαιδρὸν οὖς, δίκην
  4. Ἄτης λαθραίου, τεύξεται κακῇ τύχῃ.
  5. τοιάδε τόλμα· θῆλυς ἄρσενος φονεὺς
  6. ἔστιν. τί νιν καλοῦσα δυσφιλὲς δάκος
  7. τύχοιμʼ ἄν; ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰ
  8. οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην,
  9. θύουσαν Ἅιδου μητέρʼ ἄσπονδόν τʼ Ἄρη
  10. φίλοις πνέουσαν; ὡς δʼ ἐπωλολύξατο
  11. ἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ,
  12. δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.
  13. καὶ τῶνδʼ ὅμοιον εἴ τι μὴ πείθω· τί γάρ;
  14. τὸ μέλλον ἥξει. καὶ σύ μʼ ἐν τάχει παρὼν
  15. ἄγαν γʼ ἀληθόμαντιν οἰκτίρας ἐρεῖς.
Χορός
  1. τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶν
  2. ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μʼ ἔχει
  3. κλύοντʼ ἀληθῶς οὐδὲν ἐξῃκασμένα.
  4. τὰ δʼ ἄλλʼ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω.
Κασάνδρα
  1. Ἀγαμέμνονός σέ φημʼ ἐπόψεσθαι μόρον.