Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἦ καὶ τέκνων εἰς ἔργον ἤλθετον νόμῳ;
Κασάνδρα
  1. ξυναινέσασα Λοξίαν ἐψευσάμην.
Χορός
  1. ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη;
Κασάνδρα
  1. ἤδη πολίταις πάντʼ ἐθέσπιζον πάθη.
Χορός
  1. πῶς δῆτʼ ἄνατος ἦσθα Λοξίου κότῳ;
Κασάνδρα
  1. ἔπειθον οὐδένʼ οὐδέν, ὡς τάδʼ ἤμπλακον.
Χορός
  1. ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς.
Κασάνδρα
  1. ἰοὺ ἰού, ὢ ὢ κακά.
  2. ὑπʼ αὖ με δεινὸς ὀρθομαντείας πόνος
  3. στροβεῖ ταράσσων φροιμίοις δυσφροιμίοις.
  4. ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους
  5. νέους, ὀνείρων προσφερεῖς μορφώμασιν;
  6. παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,
  7. χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς,
  8. σὺν ἐντέροις τε σπλάγχνʼ, ἐποίκτιστον γέμος,
  9. πρέπουσʼ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.
  10. ἐκ τῶνδε ποινὰς φημὶ βουλεύειν τινὰ
  11. λέοντʼ ἄναλκιν ἐν λέχει στρωφώμενον
  12. οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ
  13. ἐμῷ· φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν·