Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ξύμφθογγος οὐκ εὔφωνος· οὐ γὰρ εὖ λέγει.
  2. καὶ μὴν πεπωκώς γʼ, ὡς θρασύνεσθαι πλέον,
  3. βρότειον αἷμα κῶμος ἐν δόμοις μένει,
  4. δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων.
  5. ὑμνοῦσι δʼ ὕμνον δώμασιν προσήμεναι
  6. πρώταρχον ἄτην· ἐν μέρει δʼ ἀπέπτυσαν
  7. εὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυσμενεῖς.
  8. ἥμαρτον, ἢ θηρῶ τι τοξότης τις ὥς;
  9. ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων;
  10. ἐκμαρτύρησον προυμόσας τό μʼ εἰδέναι
  11. λόγῳ παλαιὰς τῶνδʼ ἁμαρτίας δόμων.
Χορός
  1. καὶ πῶς ἂν ὅρκος, πῆγμα γενναίως παγέν,
  2. παιώνιον γένοιτο; θαυμάζω δέ σου,
  3. πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλιν
  4. κυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις.
Κασάνδρα
  1. μάντις μʼ Ἀπόλλων τῷδʼ ἐπέστησεν τέλει.
Χορός
  1. μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος;
Κασάνδρα
  1. προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε.
Χορός
  1. ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον.
Κασάνδρα
  1. ἀλλʼ ἦν παλαιστὴς κάρτʼ ἐμοὶ πνέων χάριν.