Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἰὼ πόνοι πόνοι πόλεος ὀλομένας τὸ πᾶν.
- ἰὼ πρόπυργοι θυσίαι πατρὸς
- πολυκανεῖς βοτῶν ποιονόμων· ἄκος δʼ
- οὐδὲν ἐπήρκεσαν
- τὸ μὴ πόλιν μὲν ὥσπερ οὖν ἔχει παθεῖν.
- ἐγὼ δὲ θερμόνους τάχʼ ἐν πέδῳ βαλῶ.
- ἑπόμενα προτέροισι τάδʼ ἐφημίσω.
- καί τίς σε κακοφρονῶν τίθη-
- σι δαίμων ὑπερβαρὴς ἐμπίτνων
- μελίζειν πάθη γοερὰ θανατοφόρα.
- τέρμα δʼ ἀμηχανῶ.
- καὶ μὴν ὁ χρησμὸς οὐκέτʼ ἐκ καλυμμάτων
- ἔσται δεδορκὼς νεογάμου νύμφης δίκην·
- λαμπρὸς δʼ ἔοικεν ἡλίου πρὸς ἀντολὰς
- πνέων ἐσᾴξειν, ὥστε κύματος δίκην
- κλύζειν πρὸς αὐγὰς τοῦδε πήματος πολὺ
- μεῖζον· φρενώσω δʼ οὐκέτʼ ἐξ αἰνιγμάτων.
- καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν
- ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων.
- τὴν γὰρ στέγην τήνδʼ οὔποτʼ ἐκλείπει χορὸς