Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. περέβαλον γάρ οἱ πτεροφόρον δέμας
  2. θεοὶ γλυκύν τʼ αἰῶνα κλαυμάτων ἄτερ·
  3. ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί.
Χορός
  1. πόθεν ἐπισσύτους θεοφόρους τʼ ἔχεις
  2. ματαίους δύας,
  3. τὰ δʼ ἐπίφοβα δυσφάτῳ κλαγγᾷ
  4. μελοτυπεῖς ὁμοῦ τʼ ὀρθίοις ἐν νόμοις;
  5. πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ
  6. κακορρήμονας;
Κασάνδρα
  1. ἰὼ γάμοι γάμοι Πάριδος ὀλέθριοι φίλων.
  2. ἰὼ Σκαμάνδρου πάτριον ποτόν.
  3. τότε μὲν ἀμφὶ σὰς ἀϊόνας τάλαινʼ
  4. ἠνυτόμαν τροφαῖς·
  5. νῦν δʼ ἀμφὶ Κωκυτόν τε κἀχερουσίους
  6. ὄχθας ἔοικα θεσπιῳδήσειν τάχα.
Χορός
  1. τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω;
  2. νεόγονος ἂν ἀΐων μάθοι.
  3. πέπληγμαι δʼ ὑπαὶ δάκει φοινίῳ
  4. δυσαλγεῖ τύχᾳ μινυρὰ κακὰ θρεομένας,
  5. θραύματʼ ἐμοὶ κλύειν.