Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. μελαγκέρῳ λαβοῦσα μηχανήματι
  2. τύπτει· πίτνει δʼ ἐν ἐνύδρῳ τεύχει.
  3. δολοφόνου λέβητος τύχαν σοι λέγω.
Χορός
  1. οὐ κομπάσαιμʼ ἂν θεσφάτων γνώμων ἄκρος
  2. εἶναι, κακῷ δέ τῳ προσεικάζω τάδε.
  3. ἀπὸ δὲ θεσφάτων τίς ἀγαθὰ φάτις
  4. βροτοῖς τέλλεται; κακῶν γὰρ διαὶ
  5. πολυεπεῖς τέχναι θεσπιῳδὸν
  6. φόβον φέρουσιν μαθεῖν.
Κασάνδρα
  1. ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι·
  2. τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχύδαν.
  3. ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες;
  4. οὐδέν ποτʼ εἰ μὴ ξυνθανουμένην. τί γάρ;
Χορός
  1. φρενομανής τις εἶ θεοφόρητος, ἀμ-
  2. φὶ δʼ αὑτᾶς θροεῖς
  3. νόμον ἄνομον, οἷά τις ξουθὰ
  4. ἀκόρετος βοᾶς, φεῦ, ταλαίναις φρεσίν
  5. Ἴτυν Ἴτυν στένουσʼ ἀμφιθαλῆ κακοῖς
  6. ἀηδὼν βίον.
Κασάνδρα
  1. ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος·