Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἀηδὼν βίον.
- ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος·
- περέβαλον γάρ οἱ πτεροφόρον δέμας
- θεοὶ γλυκύν τʼ αἰῶνα κλαυμάτων ἄτερ·
- ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί.
- πόθεν ἐπισσύτους θεοφόρους τʼ ἔχεις
- ματαίους δύας,
- τὰ δʼ ἐπίφοβα δυσφάτῳ κλαγγᾷ
- μελοτυπεῖς ὁμοῦ τʼ ὀρθίοις ἐν νόμοις;