Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ
- κακορρήμονας;
- ἰὼ γάμοι γάμοι Πάριδος ὀλέθριοι φίλων.
- ἰὼ Σκαμάνδρου πάτριον ποτόν.
- τότε μὲν ἀμφὶ σὰς ἀϊόνας τάλαινʼ
- ἠνυτόμαν τροφαῖς·
- νῦν δʼ ἀμφὶ Κωκυτόν τε κἀχερουσίους
- ὄχθας ἔοικα θεσπιῳδήσειν τάχα.
- τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω;