Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι·
- τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχύδαν.
- ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες;
- οὐδέν ποτʼ εἰ μὴ ξυνθανουμένην. τί γάρ;
- φρενομανής τις εἶ θεοφόρητος, ἀμ-
- φὶ δʼ αὑτᾶς θροεῖς
- νόμον ἄνομον, οἷά τις ξουθὰ
- ἀκόρετος βοᾶς, φεῦ, ταλαίναις φρεσίν
- Ἴτυν Ἴτυν στένουσʼ ἀμφιθαλῆ κακοῖς