Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς,
  2. τὸν ὁμοδέμνιον πόσιν
  3. λουτροῖσι φαιδρύνασα—πῶς φράσω τέλος;
  4. τάχος γὰρ τόδʼ ἔσται· προτείνει δὲ χεὶρ ἐκ
  5. χερὸς ὀρέγματα.
Χορός
  1. οὔπω ξυνῆκα· νῦν γὰρ ἐξ αἰνιγμάτων
  2. ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ.
Κασάνδρα
  1. ἒ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται;
  2. ἦ δίκτυόν τί γʼ Ἅιδου;
  3. ἀλλʼ ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία
  4. φόνου. στάσις δʼ ἀκόρετος γένει
  5. κατολολυξάτω θύματος λευσίμου.
Χορός
  1. ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλῃ
  2. ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος.
  3. ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς
  4. σταγών, ἅτε καιρία πτώσιμος
  5. ξυνανύτει βίου δύντος αὐγαῖς·
  6. ταχεῖα δʼ ἄτα πέλει.
Κασάνδρα
  1. ἆ ἆ, ἰδοὺ ἰδού· ἄπεχε τῆς βοὸς
  2. τὸν ταῦρον· ἐν πέπλοισι