Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἆ ποῖ ποτʼ ἤγαγές με; πρὸς ποίαν στέγην;
- πρὸς τὴν Ἀτρειδῶν· εἰ σὺ μὴ τόδʼ ἐννοεῖς,
- ἐγὼ λέγω σοι· καὶ τάδʼ οὐκ ἐρεῖς ψύθη.
- μισόθεον μὲν οὖν, πολλὰ συνίστορα
- αὐτόφονα κακὰ καρατόμα,
- ἀνδροσφαγεῖον καὶ πεδορραντήριον.
- ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην
- εἶναι, ματεύει δʼ ὧν ἀνευρήσει φόνον.
- μαρτυρίοισι γὰρ τοῖσδʼ ἐπιπείθομαι·
- κλαιόμενα τάδε βρέφη σφαγάς,
- ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας.
- τὸ μὲν κλέος σοῦ μαντικὸν πεπυσμένοι
- ἦμεν· προφήτας δʼ οὔτινας ματεύομεν.
- ἰὼ πόποι, τί ποτε μήδεται;
- τί τόδε νέον ἄχος μέγα
- μέγʼ ἐν δόμοισι τοῖσδε μήδεται κακὸν
- ἄφερτον φίλοισιν, δυσίατον; ἀλκὰ δʼ
- ἑκὰς ἀποστατεῖ.
- τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων.
- ἐκεῖνα δʼ ἔγνων· πᾶσα γὰρ πόλις βοᾷ.