Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος.
- οὐ μὴν πλέω ῥίψασʼ ἀτιμασθήσομαι.
- ἐγὼ δʼ, ἐποικτίρω γάρ, οὐ θυμώσομαι.
- ἴθʼ, ὦ τάλαινα, τόνδʼ ἐρημώσασʼ ὄχον,
- εἴκουσʼ ἀνάγκῃ τῇδε καίνισον ζυγόν.
- ὀτοτοτοῖ πόποι δᾶ.
- Ὦπολλον Ὦπολλον.
- τί ταῦτʼ ἀνωτότυξας ἀμφὶ Λοξίου;
- οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.
- ὀτοτοτοῖ πόποι δᾶ.
- Ὦπολλον Ὦπολλον.
- ἡ δʼ αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ
- οὐδὲν προσήκοντʼ ἐν γόοις παραστατεῖν.
- Ἄπολλον Ἄπολλον
- ἀγυιᾶτʼ, ἀπόλλων ἐμός.
- ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον.
- χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν.
- μένει τὸ θεῖον δουλίᾳ περ ἐν φρενί.
- Ἄπολλον Ἄπολλον
- ἀγυιᾶτʼ, ἀπόλλων ἐμός.