Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. σοί τοι λέγουσα παύεται σαφῆ λόγον.
  2. ἐντός δʼ ἂν οὖσα μορσίμων ἀγρευμάτων
  3. πείθοιʼ ἄν, εἰ πείθοιʼ· ἀπειθοίης δʼ ἴσως.
Κλυταιμήστρα
  1. ἀλλʼ εἴπερ ἐστι μὴ χελιδόνος δίκην
  2. ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη,
  3. ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ.
Χορός
  1. ἕπου. τὰ λῷστα τῶν παρεστώτων λέγει.
  2. πιθοῦ λιποῦσα τόνδʼ ἁμαξήρη θρόνον.
Κλυταιμήστρα
  1. οὔτοι θυραίᾳ τῇδʼ ἐμοὶ σχολὴ πάρα
  2. τρίβειν· τὰ μὲν γὰρ ἑστίας μεσομφάλου
  3. ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πάρος,
  4. ὡς οὔποτʼ ἐλπίσασι τήνδʼ ἕξειν χάριν.
  5. σὺ δʼ εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει.
  6. εἰ δʼ ἀξυνήμων οὖσα μὴ δέχῃ λόγον,
  7. σὺ δʼ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί.
Χορός
  1. ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ
  2. δεῖσθαι· τρόπος δὲ θηρὸς ὡς νεαιρέτου.
Κλυταιμήστρα
  1. ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν,
  2. ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον
  3. ἥκει, χαλινὸν δʼ οὐκ ἐπίσταται φέρειν,