Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- μοῖρα μοῖραν ἐκ θεῶν
- εἶργε μὴ πλέον φέρειν,
- προφθάσασα καρδία
- γλῶσσαν ἂν τάδʼ ἐξέχει.
- νῦν δʼ ὑπὸ σκότῳ βρέμει
- θυμαλγής τε καὶ οὐδὲν ἐπελπομέν-
- α ποτὲ καίριον ἐκτολυπεύσειν
- ζωπυρουμένας φρενός.
- εἴσω κομίζου καὶ σύ, Κασάνδραν λέγω,
- ἐπεί σʼ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις
- κοινωνὸν εἶναι χερνίβων, πολλῶν μέτα
- δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας·
- ἔκβαινʼ ἀπήνης τῆσδε, μηδʼ ὑπερφρόνει.
- καὶ παῖδα γάρ τοί φασιν Ἀλκμήνης ποτὲ
- πραθέντα τλῆναι δουλίας μάζης τυχεῖν.
- εἰ δʼ οὖν ἀνάγκη τῆσδʼ ἐπιρρέποι τύχης,
- ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις.
- οἳ δʼ οὔποτʼ ἐλπίσαντες ἤμησαν καλῶς,
- ὠμοί τε δούλοις πάντα καὶ παρὰ στάθμην.
- ἔχεις παρʼ ἡμῶν οἷά περ νομίζεται.