Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- αἴλινον αἴλινον εἰπέ, τὸ δʼ εὖ νικάτω.
- κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺς
- Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας
- πομπούς τʼ ἀρχάς·
- οὕτω δʼ εἶπε τερᾴζων·
- χρόνῳ μὲν ἀγρεῖ
- Πριάμου πόλιν ἅδε κέλευθος,
- πάντα δὲ πύργων
- κτήνη πρόσθε τὰ δημιοπληθῆ
- Μοῖρʼ ἀλαπάξει πρὸς τὸ βίαιον·
- οἶον μή τις ἄγα θεόθεν κνεφά-
- σῃ προτυπὲν στόμιον μέγα Τροίας
- στρατωθέν.οἴκτῳ γὰρ ἐπί-
- φθονος Ἄρτεμις ἁγνὰ
- πτανοῖσιν κυσὶ πατρὸς
- αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισιν
- στυγεῖ δὲ δεῖπνον αἰετῶν.
- αἴλινον αἴλινον εἰπέ, τὸ δʼ εὖ νικάτω.
- τόσον περ εὔφρων, καλά,
- δρόσοισι λεπτοῖς μαλερῶν λεόντων