Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἦ καὶ σὺ νίκην τήνδε δήριος τίεις;
Κλυταιμήστρα
  1. πιθοῦ: κράτος μέντοι πάρες γ᾽[*](πάρες γ᾽] fort. παρείς γ᾽ Karsten) ἑκὼν ἐμοί.
Ἀγαμέμνων
  1. ἀλλ᾽ εἰ δοκεῖ σοι ταῦθ᾽, ὑπαί τις ἀρβύλας
  2. λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός.
  3. καὶ τοῖσδέ μ᾽ ἐμβαίνονθ᾽ ἁλουργέσιν θεῶν
  4. μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος.
  5. πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν[*](δωματοφθορεῖν Schütz: σωματοφθορεῖν codd.) ποσὶν
  6. φθείροντα πλοῦτον ἀργυρωνήτους θ᾽ ὑφάς.
  7. τούτων[*](τούτων] τοὐμὸν Emer) μὲν οὕτω: τὴν ξένην δὲ πρευμενῶς
  8. τήνδ᾽ ἐσκόμιζε: τὸν κρατοῦντα μαλθακῶς
  9. θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται.
  10. ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ.
  11. αὕτη[*](αὕτη Auratus: αὐτὴ codd.) δὲ πολλῶν χρημάτων ἐξαίρετον
  12. ἄνθος, στρατοῦ δώρημ᾽, ἐμοὶ ξυνέσπετο.
  13. ἐπεὶ δ᾽ ἀκούειν σοῦ κατέστραμμαι τάδε,
  14. εἶμ᾽ ἐς δόμων μέλαθρα πορφύρας πατῶν.
Κλυταιμήστρα
  1. ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει;
  2. τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον[*](ἰσάργυρον Salmasius: εἰς ἄργυρον codd.)
  3. κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς.
  4. οἶκος δ᾽ ὑπάρχει τῶνδε σὺν θεοῖς, ἄναξ,[*](ἄναξ] fort. ἅλις Karsten)