Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τίθει: θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών:
- ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν
- βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου.
- λέγω κατ᾽ ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ.
- χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων
- κληδὼν ἀυτεῖ: καὶ τὸ μὴ κακῶς φρονεῖν
- θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ
- βίον τελευτήσαντ᾽ ἐν εὐεστοῖ φίλῃ.
- εἰ πάντα δ᾽ ὣς πράσσοιμ᾽[*](πράσσοιμεν Dindorf) ἄν, εὐθαρσὴς ἐγώ.
- καὶ μὴν τόδ᾽ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί.
- γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντ᾽ ἐμέ.
- ηὔξω θεοῖς δείσας ἂν ὧδ᾽ ἔρδειν τάδε;
- εἴπερ τις, εἰδώς γ᾽ εὖ τόδ᾽ ἐξεῖπον τέλος.
- τί δ᾽ ἂν δοκεῖ[*](δοκεῖ Stanley: δοκῇ codd.) σοι Πρίαμος, εἰ τάδ᾽ ἤνυσεν;
- ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ.[*](δοκῇ Fl)
- μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς[*](αἰδεσθεὶς Fl) ψόγον.
- φήμη γε μέντοι δημόθρους μέγα σθένει.
- ὁ δ᾽ ἀφθόνητός γ᾽ οὐκ ἐπίζηλος πέλει.
- οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης.
- τοῖς δ᾽ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει.