Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἔχειν: πένεσθαι δ᾽ οὐκ ἐπίσταται δόμος.
- πολλῶν πατησμὸν δ᾽ εἱμάτων[*](δ᾽ εἱμάτων Canter: δειμάτων codd.) ἂν ηὐξάμην,
- δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις,
- ψυχῆς κόμιστρα τῆσδε μηχανωμένῃ.[*](μηχανωμένῃ Abresch: μηχανωμένης codd.)
- ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετ᾽ ἐς δόμους,
- σκιὰν ὑπερτείνασα σειρίου κυνός.
- καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν,
- θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν:[*](μολόν Voss: μολών codd.)
- ὅταν δὲ τεύχῃ Ζεὺς ἀπ᾽[*](ἀπ᾽ Auratus: τἀπ᾽ Fl: τ᾽ ἀπ᾽ Fa) ὄμφακος πικρᾶς
- οἶνον, τότ᾽ ἤδη ψῦχος ἐν δόμοις πέλει,
- ἀνδρὸς τελείου δῶμ᾽ ἐπιστρωφωμένου.
- Ζεῦ, Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει:
- μέλοι δέ τοι σοὶ τῶνπερ ἂν μέλλῃς τελεῖν.