Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν.
  2. τοιοῖσδέ τοί νιν[*](τοί νιν Schütz: τοίνυν codd.) ἀξιῶ προσφθέγμασιν.
  3. φθόνος δ᾽ ἀπέστω: πολλὰ γὰρ τὰ πρὶν κακὰ
  4. ἠνειχόμεσθα. νῦν δέ μοι, φίλον κάρα,
  5. ἔκβαιν᾽ ἀπήνης τῆσδε, μὴ χαμαὶ τιθεὶς
  6. τὸν σὸν πόδ᾽, ὦναξ, Ἰλίου πορθήτορα.
  7. δμῳαί, τί μέλλεθ᾽, αἷς ἐπέσταλται τέλος
  8. πέδον κελεύθου στρωννύναι πετάσμασιν;
  9. εὐθὺς γενέσθω πορφυρόστρωτος πόρος
  10. ἐς δῶμ᾽ ἄελπτον ὡς ἂν ἡγῆται δίκη.
  11. τὰ δ᾽ ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένη
  12. θήσει δικαίως σὺν θεοῖς εἱμαρμένα.
Ἀγαμέμνων
  1. Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ,
  2. ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ:
  3. μακρὰν γὰρ ἐξέτεινας: ἀλλ᾽ ἐναισίμως
  4. αἰνεῖν, παρ᾽ ἄλλων χρὴ τόδ᾽ ἔρχεσθαι γέρας:
  5. καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ
  6. ἅβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκην
  7. χαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί,
  8. μηδ᾽ εἵμασι στρώσασ᾽ ἐπίφθονον πόρον