Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἐμοὶ προφωνῶν, τόν θ᾽ ὑπ᾽ Ἰλίῳ σέθεν
- κίνδυνον, εἴ τε δημόθρους ἀναρχία
- βουλὴν καταρρίψειεν,[*](καταρράψειεν Scaliger) ὥστε σύγγονον
- βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον.
- τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει.
- ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοι
- πηγαὶ κατεσβήκασιν, οὐδ᾽ ἔνι σταγών.
- ἐν ὀψικοίτοις δ᾽ ὄμμασιν βλάβας ἔχω
- τὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίας
- ἀτημελήτους αἰέν. ἐν δ᾽ ὀνείρασιν
- λεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμην
- ῥιπαῖσι θωύσσοντος, ἀμφί σοι πάθη
- ὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου.
- νῦν ταῦτα πάντα τλᾶσ᾽ ἀπενθήτῳ φρενὶ
- λέγοιμ᾽ ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα,
- σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης
- στῦλον[*](στῦλον Fa: στόλον Fl) ποδήρη, μονογενὲς τέκνον πατρί,
- καὶ γῆν φανεῖσαν ναυτίλοις παρ᾽ ἐλπίδα,
- κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος,
- ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος.