Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἧσθαι δόμοις ἔρημον ἔκπαγλον κακόν,
- πολλὰς κλύουσαν κληδόνας[*](κληδόνας Auratus: ἡδονὰς codd.) παλιγκότους:
- καὶ τὸν μὲν ἥκειν, τὸν δ᾽ ἐπεσφέρειν κακοῦ
- κάκιον ἄλλο πῆμα, λάσκοντας δόμοις.
- καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανεν
- ἁνὴρ[*](ἀνὴρ Hermann: ἁνὴρ codd.) ὅδ᾽, ὡς πρὸς οἶκον ὠχετεύετο
- φάτις, τέτρηται[*](τέτρηται H. L. Ahrens: τέτρωται codd.) δικτύου πλέον[*](πλέον Dindorf: πλέω codd.) λέγειν.
- εἰ δ᾽ ἦν τεθνηκώς, ὡς ἐπλήθυον λόγοι,
- τρισώματός τἂν[*](τἂν Wellauer: τ᾽ ἂν codd.) Γηρυὼν ὁ δεύτερος
- [πολλὴν ἄνωθεν, τὴν κάτω γὰρ οὐ λέγω,][*](seclusit schütz)
- χθονὸς τρίμοιρον χλαῖναν ἐξηύχει λαβεῖν,[*](λαβεῖν Paley: λαβών codd.)
- ἅπαξ ἑκάστῳ κατθανὼν μορφώματι.
- τοιῶνδ᾽ ἕκατι κληδόνων παλιγκότων
- πολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρης
- ἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης.[*](ἀνημμένης Wecklein)
- ἐκ τῶνδέ τοι παῖς ἐνθάδ᾽ οὐ παραστατεῖ,
- ἐμῶν τε καὶ σῶν κύριος πιστωμάτων,[*](πιστωμάτων Sanheim: πιστευμάτων codd.)
- ὡς χρῆν, Ὀρέστης: μηδὲ θαυμάσῃς τόδε.
- τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενος
- Στρόφιος ὁ Φωκεύς, ἀμφίλεκτα πήματα