Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ζευχθεὶς ἕτοιμος ἦν ἐμοὶ σειραφόρος:
- εἴτ᾽ οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι
- λέγω. τὰ δ᾽ ἄλλα πρὸς πόλιν τε καὶ θεοὺς
- κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει
- βουλευσόμεσθα. καὶ τὸ μὲν καλῶς ἔχον
- ὅπως χρονίζον εὖ μενεῖ βουλευτέον:
- ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων,
- ἤτοι κέαντες ἢ τεμόντες εὐφρόνως
- πειρασόμεσθα πῆμ᾽ ἀποστρέψαι νόσου.[*](πῆμ᾽ ἀποστρέψαι νόσου Porson: πήματος τρέψαι νόσον codd.)
- νῦν δ᾽ ἐς μέλαθρα καὶ δόμους ἐφεστίους
- ἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι,
- οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν.
- νίκη δ᾽ ἐπείπερ ἕσπετ᾽, ἐμπέδως μένοι.
- ἄνδρες πολῖται, πρέσβος Ἀργείων τόδε,
- οὐκ αἰσχυνοῦμαι τοὺς φιλάνορας τρόπους
- λέξαι πρὸς ὑμᾶς: ἐν χρόνῳ δ᾽ ἀποφθίνει
- τὸ τάρβος ἀνθρώποισιν. οὐκ ἄλλων πάρα
- μαθοῦσ᾽, ἐμαυτῆς δύσφορον λέξω βίον
- τοσόνδ᾽ ὅσον περ οὗτος ἦν ὑπ᾽ Ἰλίῳ.
- τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχα