Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τίνειν, ἐπείπερ καὶ πάγας ὑπερκότους
- ἐφραξάμεσθα[*](ἐφραξάμεσθα Francken: ἐπραξάμεσθα codd.) καὶ γυναικὸς οὕνεκα
- πόλιν διημάθυνεν Ἀργεῖον δάκος,
- ἵππου νεοσσός, ἀσπιδοστρόφος λεώς,
- πήδημ᾽ ὀρούσας ἀμφὶ Πλειάδων δύσιν:
- ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων
- ἄδην ἔλειξεν αἵματος τυραννικοῦ.
- θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε:
- τὰ δ᾽ ἐς τὸ σὸν φρόνημα, μέμνημαι κλύων,
- καὶ φημὶ ταὐτὰ[*](ταὐτὰ Auratus: ταῦτα codd.) καὶ συνήγορόν μ᾽ ἔχεις.
- παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε,
- φίλον τὸν εὐτυχοῦντ᾽ ἄνευ φθόνου σέβειν.
- δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος
- ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον,
- τοῖς τ᾽ αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται
- καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει.
- εἰδὼς λέγοιμ᾽ ἄν, εὖ γὰρ ἐξεπίσταμαι,
- ὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς,
- δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί.
- μόνος δ᾽ Ὀδυσσεύς, ὅσπερ οὐχ ἑκὼν ἔπλει,