Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- οὐδ᾽ εὖ πραπίδων οἴακα νέμων
- †θράσος ἑκούσιον†[*](corruta codd. lectio: θράσος ἐκ θυσιῶν H. L. Ahrens: θάρσος ἑτώσιον Wecklein)
- ἀνδράσι θνῄσκουσι κομίζων.
- νῦν δ᾽ οὐκ ἀπ᾽ ἄκρας φρενὸς οὐδ᾽ ἀφίλως
- εὔφρων πόλις[*](πόλις M. Schmidt: πόνος codd.: πνόος Weil) εὖ τελέσασιν.
- γνώσει δὲ χρόνῳ διαπευθόμενος
- τόν τε δικαίως καὶ τὸν ἀκαίρως
- πόλιν οἰκουροῦντα πολιτῶν.
- πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίους
- δίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίους
- νόστου δικαίων θ᾽ ὧν ἐπραξάμην πόλιν
- Πριάμου: δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ
- κλύοντες ἀνδροθνῆτας Ἰλίου φθορὰς[*](φθορᾶς Dobree)
- εἰς αἱματηρὸν τεῦχος οὐ διχορρόπως
- ψήφους ἔθεντο: τῷ δ᾽ ἐναντίῳ κύτει
- ἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ.
- καπνῷ δ᾽ ἁλοῦσα νῦν ἔτ᾽ εὔσημος πόλις.
- ἄτης θύελλαι ζῶσι: συνθνῄσκουσα δὲ
- σποδὸς προπέμπει πίονας πλούτου πνοάς.
- τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν