Agamemnon
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- στείχει, παιδὸς δ᾽ οὐδὲν ἀρείων
- ὄναρ ἡμερόφαντον ἀλαίνει.
- σὺ δέ, Τυνδάρεω
- θύγατερ, βασίλεια Κλυταιμήστρα,
- τί χρέος; τί νέον; τί δ᾽ ἐπαισθομένη,
- τίνος ἀγγελίας
- πευθοῖ[*](πευθοῖ Scaliger: πειθοῖ M: πυθοῖ Fl) περίπεμπτα θυοσκεῖς;[*](θυοσκεῖς Turnebus: θυοσκινεῖς codd.)
- πάντων δὲ θεῶν τῶν ἀστυνόμων,
- ὑπάτων, χθονίων,
- τῶν τ᾽ οὐρανίων τῶν τ᾽ ἀγοραίων,
- βωμοὶ δώροισι φλέγονται:
- ἄλλη δ᾽ ἄλλοθεν οὐρανομήκης
- λαμπὰς ἀνίσχει,
- φαρμασσομένη χρίματος ἁγνοῦ
- μαλακαῖς ἀδόλοισι παρηγορίαις,
- πελάνῳ μυχόθεν βασιλείῳ.
- τούτων λέξασ᾽ ὅ τι καὶ δυνατὸν
- καὶ θέμις αἰνεῖν,
- παιών τε γενοῦ τῆσδε μερίμνης,
- ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει,